Η ενότητα του πνεύματος

Τί ἐστιν ἑνότης πνεύματος; Καθάπερ ἐν σώματι πνεῦμά ἐστι τὸ πάντα συνέχον, καὶ ἕν τι ποιοῦν τὸ ἐν διαφόροις ὂν μέλεσιν· οὕτω δὴ καὶ ἐνταῦθα. Διὰ γὰρ τοῦτο τὸ πνεῦμα ἐδόθη, ἵνα τοὺς γένει καὶ τρόποις διαφόροις διεστηκότας ἑνώσῃ. Ὁ γὰρ γέρων καὶ ὁ νέος, ὁ πένης καὶ ὁ πλούσιος, ὁ παῖς καὶ ὁ ἔφηβος,ἡ γυνὴ καὶ ὁ ἀνὴρ, καὶ πᾶσα ψυχὴ ἕν τι γίνεται, καὶ μᾶλλον ἢ εἰ σῶμα ἓν ἦν. Ταύτης γὰρ τῆς συγγενείας πολλῷ μείζων ἐκείνη, καὶ πλείων ἡ ἀκρίβεια τῆς ἑνώσεως. Ἡ γὰρ τῆς ψυχῆς συνάφεια ἀκριβεστέρα ἐστὶν, ὅσῳ καὶ ἁπλῆ καὶ μονοειδής ἐστι. Πῶς δὲ αὕτη φυλάττεται; Ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης.

Ὅτι οὐ μόνος μοναχός εστι


Μοναχός μόνος μένων οὐ μένει μόνος,
μόνῳ μυσταγωγούμενος Θεῷ τρισυποστάτω,
μονήν ποιοῦντι μυστικήν ἔνδον ἐν τῇ καρδίᾳ.

Μετά τοῦ κόσμου κοινωνός, ἀγγελικῶς διάγει, 
ἕνεκα γοῦν τῆς εὐχῆς προκρίνων ἠσυχίαν
μετανοεῖ ὡς ἑαυτός ἁμαρτωλός ὤν μόνος,
ὄνομα δέ Ἰησοῦ μανθάνει ἀεί λέγειν 
μαστίζων τόν μισόκαλον, στενάζων ἐκ καρδίας, 
μετάνοιαν ποιούμενος ὑπέρ βροτῶν ἁπάντων.