"Να μη ντρεπόμαστε τα σύμβολα της σωτηρίας μας"

Αγ. Ιωάννου Χρυσοστόμου, Λόγος εἰς τήν προσύνησιν τοῦ ζωοποιοῦ σταυροῦ 
[PG 52, 838]

Μὴ τοίνυν αἰσχυνθῶμεν τοῖς σεμνοῖς τῆς σωτηρίας ἡμῶν συμβόλοις͵ μηδὲ τὸ μέγα κεφάλαιον τῶν ἀγαθῶν͵ δι΄ οὗ ζῶμεν καὶ ἐσμὲν͵ ἀποκρουσώμεθα͵ τρυφῇ ἑαυτοὺς ἐκδόντες καὶ κραιπάλῃ καὶ γαστριμαργίᾳ͵ ἀλλ΄ ὡς στέφανον περιφέρωμεν τὸν σταυρὸν τοῦ Χριστοῦ͵ τουτέστι τῶν παθῶν τὴν νέκρωσιν. 
Καὶ γὰρ πάντα δι΄ αὐτοῦ τελεῖται τὰ καθ΄ ἡμᾶς· κἂν ἀναγεννηθῆναι δέῃ͵ σταυρὸς παραγίνεται· κἂν τραφῆναι τὴν μυστικὴν ἐκείνην τροφὴν͵ κἂν χειροτονηθῆναι͵ κἂν ὁτιοῦν ἕτερον ποιῆσαι͵ πανταχοῦ τὸ σύμβολον ἡμῖν τοῦ σταυροῦ παρίσταται. Διὰ τοῦτο καὶ ἐπὶ οἰκίας͵ καὶ ἐπὶ τῶν τοίχων͵ καὶ ἐπὶ τῶν θυρίδων͵ καὶ ἐπὶ τῶν μετώπων͵ καὶ ἐπὶ τῆς διανοίας μετὰ πολλῆς ἐπιγράφομεν αὐτὸν τῆς σπουδῆς. 
Τῆς γὰρ ὑπὲρ ἡμῶν σωτηρίας καὶ τῆς ἐλευθερίας τῆς κοινῆς͵ καὶ τῆς ἐπιεικείας τοῦ Δεσπότου τοῦτό ἐστι σημεῖον. Διὰ τοῦτο σφραγὶς κέκληται͵ ὅτι πάσας τοῦ Θεοῦ τὰς παρακαταθήκας͵ ὅσας ἂν λάβωμεν͵ τούτῳ͵ καθάπερ τινὶ σημάντρῳ βασιλικῷ καὶ δακτυλίῳ͵ σφραγίζομεν͵ καὶ προσελθεῖν οὐδὲν οὐκέτι τολμᾷ πονηρόν. Ἂν προστασίαν δήμου τινὶ παρακατάθωμεν͵ κἂν πρὸς τὸ τῆς ἱερωσύνης ἀγάγωμεν ἀξίωμα͵ μετὰ τὸ μυρία ἐπεύξασθαι͵ καὶ καλέσαι τοῦ Πνεύματος τὴν χάριν ἐλθοῦσαν͵ τούτῳ σφραγίζομεν͵ ὥσπερ ἐναποκλείοντες ἐν ἀσφαλεῖ ταμιείῳ τὴν δοθεῖσαν δωρεάν. Οὕτω καὶ ἐν ταῖς ἱερουργίαις παραλαμβάνεται. Ὁ γὰρ σταυρὸς τοῦ Χριστοῦ μάχαιρά ἐστι καὶ ξύλον͵ ἐν ᾧ σφαγεὶς ὁ Χριστὸς ὑπὸ τῶν θεοκτόνων Ἰουδαίων ἔλυσε τὰ ἔργα τοῦ διαβόλου͵ καὶ αὐτὸν τὸν διάβολον κατέβαλε͵ τὰς ἡμῶν ἁμαρτίας προσηλώσας ἐν αὐτῷ. 
Τούτου χάριν ἐν ταῖς ἱερουργίαις παραλαμβάνεται͵ οἵα τις ῥομφαία καὶ μάστιξ βασιλικὴ͵ βασανίζουσα καὶ ἀποδιώκουσα πᾶσαν δαιμονικὴν ἔλευσιν͵ καὶ σατανικὴν ἐπιφοράν. Διὰ τοῦτο οἱ θεῖοι ἱερομύσται͵ ὥσπερ τινὲς δορυφόροι͵ προθέντες τὴν βασιλικὴν μάστιγα͵ διὰ ταύτης ἀποδιώκουσι πᾶσαν ἀντίδικον καὶ ἀντίπαλον φάλαγγα͵ τὰς θείας καὶ βασιλικὰς δωρεὰς τοῖς μυσταγωγοῖς ἀπονέμοντες͵ καὶ σὺν αὐτοῖς τὸν βασιλέα Χριστὸν γεραίροντες.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου