Περί φιλοσοφίας


Ὁρισμοὶ τῆς φιλοσοφίας εἰσὶν ἕξ. 

α'. Φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων͵ ᾗ ὄντα ἐστίν͵ ἤγουν τῆς φύσεως αὐτῶν. β'. Φιλοσοφία ἐστὶ γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων. γ'. Φιλοσοφία ἐστὶ μελέτη θανάτου τοῦ τε προαιρετικοῦ τοῦ τε φυσικοῦ. δ'. Φιλοσοφία ἐστὶν ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ· ὁμοιούμεθα δὲ θεῷ κατὰ τὸ δίκαιον καὶ ὅσιον καὶ ἀγαθόν. Δίκαιον μὲν οὖν ἐστι τὸ τοῦ ἴσου διανεμητικὸν ἤτοι μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι μήτε λαμβάνειν πρόσωπον ἐν κρίσει͵ ἀλλ΄ ἀποδιδόναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ͵ ὅσιον δὲ τὸ ὑπὲρ τὸ δίκαιον ἤτοι τὸ ἀγαθὸν τὸ ἀδικούμενον ἀνέχεσθαι καὶ συγχωρεῖν τοῖς ἀδικοῦσι καὶ μᾶλλον εὐεργετεῖν αὐτούς. ε'. Φιλοσοφία ἐστὶ τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν· ἡ γὰρ φιλοσοφία ἀρχή ἐστι πάσης τέχνης͵ δι΄ αὐτῆς γὰρ πᾶσα τέχνη εὕρηται. στ'. Φιλοσοφία ἐστὶ φιλία σοφίας· σοφία δὲ ἀληθὴς ὁ θεός ἐστιν. Ἡ οὖν ἀγάπη ἡ πρὸς τὸν θεόν͵ αὕτη ἐστὶν ἡ ἀληθὴς φιλοσοφία. 

Διαιρεῖται δὲ ἡ φιλοσοφία εἰς θεωρητικὸν καὶ πρακτικόν· τὸ θεωρητικὸν εἰς θεολογικόν͵ μαθηματικόν͵ φυσιολογικόν· τὸ μαθηματικὸν εἰς ἀριθμητικόν͵ μουσικόν͵ γεωμετρικόν͵ ἀστρονομικόν· τὸ δὲ πρακτικὸν εἰς ἠθικόν͵ οἰκονομικόν͵ πολιτικόν. Θεωρητικὸν μὲν οὖν ἐστι τὸ κατανοεῖν τά τε ἀσώματα καὶ ἄυλα ἤγουν περὶ θεοῦ͵ ὃ πρώτως καὶ κυρίως ἐστὶν ἀσώματον καὶ ἄυλον· ἔπειτα καὶ περὶ ἀγγέλων καὶ δαιμόνων καὶ ψυχῶν͵ ἃ καὶ αὐτὰ ὅσον πρὸς τὸ σῶμα ἄυλα λέγονται͵ εἰ καὶ πρὸς τὸ κυρίως ἄυλον ἤγουν τὸ θεῖον ὑλικά εἰσι. Τοῦτο τοίνυν ἐστὶ τὸ θεολογικόν. Θεωρεῖν δέ ἐστι καὶ τὴν τῶν ὑλικῶν φύσιν ἤγουν ζῴων καὶ φυτῶν καὶ λίθων καὶ τῶν τοιούτων͵ ὅπερ ἐστὶ τὸ φυσιολογικόν. Θεωρεῖν δὲ καὶ τὰ μέσα τούτων͵ ἃ ποτὲ μὲν ἐν ὕλῃ θεωροῦνται͵ ποτὲ δὲ ἐκτὸς ὕλης καὶ μέσα εἰσὶ τῶν ἀύλων καὶ ὑλικῶν͵ ὅπερ ἐστὶ τὸ μαθηματικόν. Ὁ γὰρ ἀριθμὸς ἄυλός ἐστι καθ΄ ἑαυτόν͵ θεωρεῖται δὲ καὶ ἐν ὕλῃ͵ σίτῳ τυχὸν ἢ οἴνῳ· λέγομεν γὰρ δέκα μοδίους σίτου καὶ δέκα ξέστας οἴνου· ὁμοίως καὶ ἐπὶ τῶν λοιπῶν εἰδῶν τοῦ μαθηματικοῦ. Τὸ δὲ πρακτικὸν ἦθος κοσμεῖ καὶ τὸ πῶς δεῖ πολιτεύεσθαι διδάσκει· καὶ εἰ μὲν ἕνα ἄνθρωπον παιδεύει͵ λέγεται ἠθικόν͵ εἰ δὲ οἶκον ὅλον͵ λέγεται οἰκονομικόν͵ εἰ δὲ πόλιν ὁλόκληρον͵ λέγεται πολιτικόν. 

Ἰστέον͵ ὡς τέσσαρές εἰσιν αἱ διαλεκτικαὶ μέθοδοι ἤγουν λογικαί· α'. διαιρετική͵ ἥτις διαιρεῖ τὸ γένος εἰς εἴδη διὰ μέσων τῶν διαφορῶν· β'. ὁριστική͵ ἥτις ἀπὸ τοῦ γένους καὶ τῶν διαφορῶν͵ ὧν διεῖλεν ἡ διαιρετική͵ ὁρίζει τὸ ὑποκείμενον· γ'. ἀναλυτικὴ ἡ τὸ συνθετικώτερον ἀναλύουσα εἰς τὰ ἁπλούστερα͵ τουτέστι τὸ σῶμα εἰς τοὺς χυμούς͵ τοὺς χυμοὺς εἰς τοὺς καρπούς͵ τοὺς καρποὺς εἰς τὰ τέσσαρα στοιχεῖα͵ τὰ στοιχεῖα εἰς ὕλην καὶ εἶδος· δ'. ἀποδεικτικὴ ἡ διὰ μέσου τινὸς δεικνύουσα τὸ προκείμενον· οἷον πρόκειταί μοι δεῖξαι͵ ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστι· λαμβάνω τι μέσον͵ τὸ ἀεικίνητον͵ καὶ συλλογίζομαι οὕτως· Ἡ ψυχὴ ἀεικίνητός ἐστι· τὸ ἀεικίνητον ἀθάνατον· ἡ ψυχὴ ἄρα ἀθάνατος. 

Ἰστέον δέ͵ ὡς οἱ συλλογισμοὶ τῆς ἀποδεικτικῆς εἰσι. Δεῖ δὲ γινώσκειν͵ ὅτι ἡ ἀναλυτικὴ τρισσή τίς ἐστιν· ἔστι γὰρ φυσικὴ ὡς ἡ προλεχθεῖσα· ἔστι δὲ καὶ λογικὴ ἀνάλυσις͵ ὅταν τὸν προτεθέντα συλλογισμὸν ἀναλύσωμεν εἰς τὸ οἰκεῖον σχῆμα· ἔστι δὲ καὶ μαθηματική͵ ὅταν λάβωμεν τὸ ζητούμενον ὡς ὁμολογούμενον καὶ καταντήσωμεν εἴς τι ὁμολογούμενον͵ ὅθεν ἀγρεύεται τὸ προκείμενον. Οἷον ἔστω τὸ ζητούμενον· Εἰ ἀθάνατος ἡ ψυχή. Τοῦτο τὸ ζητούμενον λαμβάνω ὡς ὁμολογούμενον καὶ λέγω· Ἐπειδὴ ἀθάνατος ἡ ψυχή͵ εἰσὶν ἀμοιβαὶ τῶν φαύλων καὶ ἀγαθῶν πράξεων· εἰ δέ εἰσιν ἀμοιβαί͵ ἔστι τὸ δικαζόμενον καὶ δικάζον· εἰ δέ ἐστι τὸ δικαζόμενον καὶ δικάζον͵ ἔστι προνοητὴς καὶ πρόνοια. Κατηντήσαμεν τοίνυν εἰς τὴν πρόνοιαν͵ ἥτις παρὰ πᾶσιν ὁμολογεῖται. Ἔνθεν λοιπὸν κατὰ σύνθεσιν λέγω· Ἐπειδὴ ἔστι πρόνοια καὶ δικαστής͵ εἰσὶν ἀμοιβαί· ἐπειδὴ εἰσὶν ἀμοιβαί͵ ἔστι τὸ κρινόμενον· εἰ δὲ ἔστι τὸ κρινόμενον͵ ἀθάνατος ἄρα ἡ ψυχή.

Αγ. Ιωάννου του Δαμασκηνού, Διαλεκτικά

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου